Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 54.21 Dem. 54.23 (English) >>Dem. 54.26

54.22ὅστις δʼ ἐτῶν μέν ἐστιν πλειόνων πεντήκοντα, παρὼν δὲ νεωτέροις ἀνθρώποις καὶ τούτοις υἱέσιν, οὐχ ὅπως ἀπέτρεψεν διεκώλυσεν, ἀλλʼ αὐτὸς ἡγεμὼν καὶ πρῶτος καὶ πάντων βδελυρώτατος γεγένηται, τίνʼ ἂν οὗτος ἀξίαν τῶν πεπραγμένων ὑπόσχοι δίκην; ἐγὼ μὲν γὰρ οὐδʼ ἀποθανόντʼ οἴομαι. καὶ γὰρ εἰ μηδὲν αὐτὸς εἴργαστο τῶν πεπραγμένων, ἀλλʼ εἰ παρεστηκότος τούτου Κτησίας υἱὸς τούτου ταὔθʼ ἅπερ νυνὶ πεποιηκὼς ἐφαίνετο, τοῦτον ἐμισεῖτʼ ἂν δικαίως. 54.23εἰ γὰρ οὕτω τοὺς αὑτοῦ προῆκται παῖδας ὥστʼ ἐναντίον ἐξαμαρτάνοντας ἑαυτοῦ, καὶ ταῦτʼ ἐφʼ ὧν ἐνίοις θάνατος ζημία κεῖται, μήτε φοβεῖσθαι μήτʼ αἰσχύνεσθαι, τί τοῦτον οὐκ ἂν εἰκότως παθεῖν οἴεσθε; ἐγὼ μὲν γὰρ ἡγοῦμαι ταῦτʼ εἶναι σημεῖα τοῦ μηδὲ τοῦτον τὸν ἑαυτοῦ πατέρʼ αἰσχύνεσθαι· εἰ γὰρ ἐκεῖνον αὐτὸς ἐτίμα καὶ ἐδεδίει, κἂν τούτους αὑτὸν ἠξίου.

54.24λαβὲ δή μοι καὶ τοὺς νόμους, τόν τε τῆς ὕβρεως καὶ τὸν περὶ τῶν λωποδυτῶν· καὶ γὰρ τούτοις ἀμφοτέροις ἐνόχους τούτους ὄψεσθε. λέγε.Νόμοι

τούτοις τοῖς νόμοις ἀμφοτέροις ἐκ τῶν πεπραγμένων ἔνοχος Κόνων ἐστὶν οὑτοσί· καὶ γὰρ ὕβριζεν καὶ ἐλωποδύτει. εἰ δὲ μὴ κατὰ τούτους προειλόμεθʼ ἡμεῖς δίκην λαμβάνειν, ἡμεῖς μὲν ἀπράγμονες καὶ μέτριοι φαινοίμεθʼ ἂν εἰκότως, οὗτος δʼ ὁμοίως πονηρός.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 54.21 Dem. 54.23 (English) >>Dem. 54.26

Powered by PhiloLogic